Epigram 6.206

URN
Created on
By
Updated on

Descriptions

Text

σάνδαλα μὲν τὰ ποδῶν θαλπτήρια ταῦτα Βίτιννα,
εὐτέχνων ἐρατὸν σκυτοτόμων κάματον
τὸν δὲ φιλοπλάγκτοιο κόμας σφιγκτῆρα Φιλαινίς,
βαπτὸν ἁλὸς πολιῆς ἄνθεσι κεκρύφαλον:

ῥιπίδα δ᾽ Ἀντίκλεια: καλύπτειραν δὲ προσώπου,
ἔργον ἀραχναίοις νήμασιν ἰσόμορον,
ἁ καλὰ Ἡράκλεια: τὸν εὐσπειρῆ δὲ δράκοντα,
χρύσειον ῥαδινῶν κόσμον ἐπισφυρίων,
πατρὸς Ἀριστοτέλους συνομώνυμος: αἱ συνομήθεις

ἅλικες Οὐρανίῃ δῶρα Κυθηριάδι.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references