Epigram 16.97

URN
Created on
By
Updated on

Descriptions

Text

χαλκὸν ἀποιμώζοντα τίς ἔπλασε; τίς δ᾽ ὑπὸ τέχνας
καὶ πόνον ἐν μορφᾷ καὶ θράσος εἰργάσατο;
ἔμψυχον τὸ πλάσμα: καὶ οἰκτείρω μογέοντα,
καὶ φρίττω κρατερὸν τὸν θρασὺν Ἡρακλέην:

Ἀνταῖον γὰρ ἔχει πεπονημένον ἐκ παλαμάων
ἰδνωθεὶς δὲ δοκεῖ καὶ στοναχὰν ἱέναι.

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

External references