Epigram 16.88

URN
Created on
By
Updated on

Descriptions

Text

χαλκὸν μὲν καλέεσκεν ἀτειρέα βίβλος Ὁμήρου:
ἀλλά μιν ὁ πλάστης δεῖξεν ἐλεγχομένην.
δεῦρ᾽ ἴδε γὰρ στενάχοντα Προμηθέα, δεῦρ᾽ ἴδε χαλκοῦ
τειρομένου σπλάγχνων ἐκ μυχάτων ὀδύνας.

Ἥρακλες, νεμέσησον, ἐπεὶ μετὰ σεῖο φαρέτρην
Ἰαπετιονίδης ἄλγος ἄπαυστον ἔχει.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references