Epigram 16.279

URN
Created on
By
Updated on

Descriptions

Text

τόν με λίθον μέμνησο τὸν ἠχήεντα, παρέρπων
Νισαίην ὅτε γὰρ τύρσιν ἐτειχοδόμει
Ἀλκάθοος, τότε Φοῖβος ἐπωμαδὸν ἦρε δομαῖον
λᾶα, Λυκωρείην ἐνθέμενος κιθάρην.

ἔνθεν ἐγὼ λυραοιδός ὑποκρούσας δέ με λεπτῇ
χερμάδι, τοῦ κόμπου μαρτυρίην κόμισαι.

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

External references