Epigram 16.278

URN
Created on
By
Updated on

Descriptions

Text

πλῆκτρον ἔχει φόρμιγγος, ἔχει καὶ πλῆκτρον ἔρωτος:
κρούει δ᾽ ἀμφοτέροις καὶ φρένα καὶ κιθάρην.
τλήμονες, οἷς ἄγναμπτον ἔχει νόον ᾧ δ᾽ ἐπινεύσει,
ἄλλος ὅδ᾽ Ἀγχίσης, ἄλλος Ἄδωνις ὅδε.

εἰ δ᾽ ἐθέλεις, ὦ ξεῖνε, καὶ ἀμφιβόητον ἀκοῦσαι
οὔνομα καὶ πάτρην ἐκ Φαρίης Μαρίη.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references