Epigram 16.214

URN
Created on
By
Updated on

Descriptions

Text

σκυλοχαρεῖς ἴδ᾽ Ἔρωτας, ἴδ᾽ ὡς βριαροῖσιν ἐπ᾽ ὤμοις
ὅπλα φέρουσι θεῶν νήπι᾽ ἀγαλλόμενοι,
τύμπανα καὶ θύρσον Βρομίου, Ζηνὸς δὲ κεραυνόν,
ἀσπίδ᾽ Ἐνυαλίου καὶ κόρυν ἠΰκομον,

Φοίβου δ᾽ εὔτοξον φαρέτρην, Ἁλίου δὲ τρίαιναν,
καὶ σθεναρῶν χειρῶν Ἡρακλέους ῥόπαλον.
τί πλέον ἀνθρώποισιν, Ἔρως ὅτε καὶ πόλον εἷλε,
τεύχεα δ᾽ ἀθανάτων Κύπρις ἐληίσατο;

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references