Epigram 16.198

URN
Created on
By
Updated on

Descriptions

Text

κλαῖε δυσεκφύκτως σφιγχθεὶς χέρας, ἄκριτε δαῖμον,
κλαῖε μάλα, στάζων ψυχοτακῆ δάκρυα,
σωφροσύνας ὑβριστά, φρενοκλόπε, λῃστὰ λογισμοῦ,
πτανὸν πῦρ, ψυχᾶς τραῦμ᾽ ἀόρατον, Ἔρως.

θνατοῖς μὲν λύσις ἐστὶ γόων ὁ σός, ἄκριτε, δεσμός:
ᾧ σφιγχθεὶς κωφοῖς πέμπε λιτὰς ἀνέμοις.
ὃν δὲ βροτοῖς ἀφύλακτος ἐνέφλεγες ἐν φρεσὶ πυρσόν,
ἄθρει νῦν ὑπὸ σῶν σβεννύμενον δακρύων.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references