Epigram 16.160

URN
Created on
By
Updated on

Descriptions

Text

ἡ Παφίη Κυθέρεια, δι᾽ οἴδματος ἐς Κνίδον ἦλθε,
βουλομένη κατιδεῖν εἰκόνα τὴν ἰδίην

πάντῃ δ᾽ ἀθρήσασα περισκέπτῳ ἐνὶ χώρῳ,
φθέγξατο: ποῦ γυμνὴν εἶδέ με Πραξιτέλης;

Πραξιτέλης οὐκ εἶδεν ἃ μὴ θέμις: ἀλλ᾽ ὁ σίδηρος
ἔξεσεν οἷ᾽ ἂν Ἄρης ἤθελε τὴν Παφίην.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references