Epigram 16.132

URN
Created on
By
Updated on

Descriptions

Text

στᾶθι πέλας, δάκρυσον ἰδών, ξένε, μυρία πένθη
τᾶς ἀθυρογλώσσου Τανταλίδος Νιόβας,
ἇς ἐπὶ γᾶς ἔστρωσε δυωδεκάπαιδα λοχείην
ἄρτι, τὰ μέν, Φοίβου τόξα, τὰ δ᾽, Ἀρτέμιδος.

ἁ δὲ λίθῳ καὶ σαρκὶ μεμιγμένον εἶδος ἔχουσα,
πετροῦται: στενάχει δ᾽ ὑψιπαγὴς Σίπυλος,
γλώσσᾳ θνατοῖσιν δολία νόσος, ἇς ἀχάλινος
ἀφροσύνα τίκτει πολλάκι δυστυχίαν.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references