Epigram 15.24

URN
Created on
By
Updated on

Descriptions

Text

λεῦσσέ με τὸν Γᾶς τε βαθυστέρνου ἄνακτ᾽, Ἀκμονίδαν τ᾽ ἄλλυδις ἑδράσαντα,
μηδὲ τρέσῃς, εἰ τόσος ὢν δάσκια βέβριθα λάχνᾳ γένεια.
τᾶμος ἐγὼ γὰρ γενόμαν, ἁνίκ᾽ ἔκραιν᾽ Ἀνάγκα,
πάντα δὲ Γᾶς εἶκε φραδαῖσι λυγραῖς

ἑρπετά, † πάνθ᾽ ὅς1᾽ ἕρπει
δι᾽ αἴθρας.
χάους δέ,
οὔτι γε Κύπριδος παῖς
ὠκυπέτας οὐδ᾽ Ἄρεος καλεῦμαι:

οὔτι γὰρ ἔκρανα βίᾳ, πραϋλόγῳ δὲ πειθοῖ:
εἶκε δέ μοι Γαῖα, Θαλάσσας τε μυχοί, χάλκεος Οὐρανός τε:
τῶν δ᾽ ἐγὼ ἐκνοσφισάμαν ὠγύγιον σκᾶπτρον, ἔκρινον δὲ θεοῖς θέμιστας.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references