Epigram 15.14

URN
Created on
By
Updated on

Descriptions

Text

ἀντίγραφον πρὸς ταῦτα
καὶ τί γε σῆμα φέρεις ἐξαίρετον, ὦ κενεαυχές,
ὅττι σοφοὺς φιλέεις μέν, ἀμούσους δ᾽ ἀνταπερύκεις;
οὐ χρυσὸν φορέεις, οὐκ ἄργυρον, οὐκ ἐλέφαντα,

ἀλλά σε τεκτονίης ἡγήτορες ἄνδρες ἔτευξαν,
Καλλιόπης ἀΐδρεις καὶ ἀπευθέες Ἡφαίστοιο,
πᾶσι σοφοῖς τ᾽ ἀσόφοις τε δορήϊον ἔμμεναι ἕδρην.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references