Epigram 14.92

URN
Created on
By
Updated on

Descriptions

Text

ὦ μέλεοι, τί κάθησθε; λιπὼν φεῦγ᾽ ἔσχατα γαίης
δώματα καὶ πόλιος τροχοειδέος ἄκρα κάρηνα.
οὔτε γὰρ ἡ κεφαλὴ μενεῖ ἔμπεδον, οὔτε τὸ σῶμα,
οὔτε πόδες νέατοι, οὔτ᾽ ὦν χέρες, οὔτε τι μέσσης

λείπεται, ἀλλ᾽ ἄζηλα πέλει: κατὰ γάρ μιν ἐρείπει
πῦρ τε καὶ ὀξὺς Ἄρης, Συριηγενὲς ἅρμα διώκων
πολλὰ δὲ κἆλλ᾽ ἀπολεῖ πυργώματα, κοὐ τὸ σὸν οἶον
πολλοὺς δ᾽ ἀθανάτων ναοὺς μαλερῷ πυρὶ δώσει,
οἵ που νῦν ἱδρῶτι ῥεούμενοι ἑστήκασι,

δείματι παλλόμενοι: κατὰ δ᾽ ἀκροτάτοις ὀρόφοισιν
αἷμα μέλαν κέχυται, προϊδὸν κακότητος ἀνάγκην.
ἀλλ᾽ ἴτον ἐξ ἀδύτοιο, κακοῖς δ᾽ ἐπικίδνατε θυμόν.

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

External references