Epigram 14.4

URN
Created on
By
Updated on

Descriptions

Text

Αὐγείην ἐρέεινε μέγα σθένος Ἀλκεΐδαο,
πληθὺν βουκολίων διζήμενος: ὃς δ᾽ ἀπάμειπτο:

ἀμφὶ μὲν Ἀλφειοῖο ῥοάς, φίλος, ἥμισυ τῶνδε:

μοίρη δ᾽ ὀγδοάτη ὄχθον Κρόνου ἀμφινέμονται:

δωδεκάτη δ᾽ ἀπάνευθε Ταραξίπποιο παρ᾽ ἱρὸν

ἀμφὶ δ᾽ ἄρ᾽ Ἤλιδα δῖαν ἐεικοστὴ νεμέθονται:

αὐτὰρ ἐν Ἀρκαδίῃ γε τριηκοστὴν προλέλοιπα:

λοιπὰς δ᾽ αὖ λεύσσεις ἀγέλας τόδε πεντήκοντα.

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

External references