Text
οἵδε λοετροχόοι τρεῖς ἕσταμεν ἐνθάδ᾽ Ἔρωτες,
καλλιρόου πέμποντες ἐπ᾽ εὐρίποιο λοετρά.
δεξιτερὸς μὲν ἔγωγε τανυπτερύγων ἀπὸ ταρσῶν
ἤματος ἑκταίῃ μοίρῃ ἔνι τόνδε κορέσσω:λαιὸς δ᾽ αὖ πισύρεσσιν ἀπ᾽ ἀμφιφορῆος ἐν ὥραις:
— Paton edition
ἐκ δ᾽ ὁ μέσος τόξοιο κατ᾽ ἤματος αὐτὸ τὸ μέσσον.
φράζεο δ᾽, ὡς ὀλίγῃ κεν ἐνιπλήσαιμεν ἐν ὥρῃ,
ἐκ πτερύγων τόξου τε καὶ ἀμφιφορῆος ἱέντες.
Comments