Epigram 14.133

URN
Created on
By
Updated on

Descriptions

Text

ὡς ἀγαθὸν κρητῆρι θοοὶ κρητῆρι ῥέεθρον
οἵδε δύω ποταμοί, καὶ Βρομίοιο Χάρις.
ἶσος δ᾽ οὐ πάντεσσι ῥόου δρόμος: ἀλλά μιν οἶος
Νεῖλος μὲν προρέων ἠμάτιος κορέσει,

τόσσον ὕδωρ μαζῶν ἀπερεύγεται: ἐκ δ᾽ ἄρα Βάκχου;θύρσος
ἐνὶ τρισσοῖς ἤμασιν οἶνον ἱείς:
σὸν δὲ κέρας, Ἀχελῷε, δύ᾽ ἤμασι. νῦν δ᾽ ἅμα πάντες
ῥεῖτε καὶ εἰν ὥραις πλήσετέ μιν ὀλίγαις.

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

External references