Text
Κύκλωψ † ἐγὼ Πολύφημος ὁ χάλκεος: οἷα δ᾽ ἐπ᾽ αὐτῷ
τεῦξέ τις ὀφθαλμὸν καὶ στόμα καὶ παλάμην,
κρουνοῖς συζεύξας: στάζοντι δὲ πάμπαν ἔοικεν,
ἠδ᾽ ἔτι καὶ βλύζων φαίνετ᾽ ἀπὸ στόματος.κρουνῶν δ᾽ οὔτις ἄτακτος: ὁ μὲν παλάμης τρισὶ μούνοις
— Paton edition
ἤμασιν ἐμπλήσει δεξαμενὴν προρέων
ἠμάτιος γλήνης: στόμα δ᾽ ἤματος ἐν δύο πέμπτοις.
τίς κ᾽ ἐνέποι τρισσοῖς ἶσα θέοντα χρόνον;
Comments