Epigram 13.19

URN
Created on
By
Updated on

Descriptions

Text

ἄνθηκεν τόδ᾽ ἄγαλμα Κορίνθιος ὅσπερ ἐνίκα
ἐν Δελφοῖς ποσὶ Νικολᾴδας,
καὶ Παναθηναίοις στεφάνους λάβε πέντ᾽ ἐπ᾽ ἀέθλοις
ἑξῆς ἀμφιφορεῖς ἐλαίου:

Ἰσθμῷ δ᾽ ἐν ζαθέᾳ τρὶς ἐπισχερὼ οἶδεν ἑλόντα
ἀκτὴ Ποντομέδοντος ἆθλον:
καὶ Νεμέᾳ τρὶς ἐνίκησεν, καὶ τετράκις ἄλλα
Πελλάνᾳ, δύο δ᾽ ἐν Λυκαίῳ,
καὶ Τεγέᾳ, καὶ ἐν Αἰγίνᾳ, κρατερᾷ τ᾽ Ἐπιδαύρῳ,

καὶ Θήβᾳ, Μεγάρων τε δάμῳ:
ἐν δὲ Φλιοῦντι σταδίῳ, τά τε πέντε κρατήσας
ηὔφρανεν μεγάλαν Κόρινθον.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references