Epigram 12.80

URN
Created on
By
Updated on

Descriptions

Text

ψυχὴ δυσδάκρυτε, τί σοι τὸ πεπανθὲν Ἔρωτος
τραῦμα διὰ σπλάγχνων αὖθις ἀναφλέγεται;

μή, μή, πρὸς σὲ Διός, μή, πρὸς Διός, ὦ φιλάβουλε,
κινήσῃς τέφρῃ πῦρ ὑπολαμπόμενον.

αὐτίκα γάρ, λήθαργε κακῶν, πάλιν εἴ σε φυγοῦσαν
λήψετ᾽ Ἔρως, εὑρὼν δραπέτιν αἰκίσεται.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references