Epigram 12.68

URN
Created on
By
Updated on

Descriptions

Text

οὐκ ἐθέλω Χαρίδαμον ὁ γὰρ καλὸς εἰς Δία λεύσσει,
ὡς ἤδη νέκταρ τῷ θεῷ οἰνοχοῶν

οὐκ ἐθέλω: τί δέ μοι τὸν ἐπουρανίων βασιλῆα
ἄνταθλον νίκης τῆς ἐν ἔρωτι λαβεῖν;

ἀρκοῦμαι δ᾽, ἢν μοῦνον ὁ παῖς ἀνιὼν ἐς Ὄλυμπον,
ἐκ γῆς νίπτρα ποδῶν δάκρυα τἀμὰ λάβῃ,
μναμόσυνον στοργῆς: γλυκὺ δ᾽ ὄμμασι νεῦμα δίυγρον
δοίη, καί τι φίλημ᾽ ἁρπάσαι ἀκροθιγές.
τἆλλα δὲ πάντ᾽ ἐχέτω Ζεύς, ὡς θέμις: εἰ δ᾽ ἐθελήσοι,

ἦ τάχα που κἠγὼ γεύσομαι ἀμβροσίας,

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references