Epigram 12.57

URN
Created on
By
Updated on

Descriptions

Text

Πραξιτέλης ὁ πάλαι ζωογλύφος ἁβρὸν ἄγαλμα
ἄψυχον, μορφᾶς κωφὸν ἔτευξε τύπον,
πέτρον ἐνειδοφορῶν: ὁ δὲ νῦν, ἔμψυχα μαγεύων,
τὸν τριπανοῦργον Ἔρωτ᾽ ἔπλασεν ἐν κραδίᾳ.

ἦ τάχα τοὔνομ᾽ ἔχει ταὐτὸν μόνον, ἔργα δὲ κρέσδω,
οὐ λίθον, ἀλλὰ φρενῶν πνεῦμα μεταρρυθμίσας.
ἵλαος πλάσσοι τὸν ἐμὸν τρόπον, ὄφρα τυπώσας
ἐντὸς ἐμὴν ψυχὴν ναὸν Ἔρωτος ἔχῃ.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references