Epigram 12.158

URN
Created on
By
Updated on

Descriptions

Text

σοί με Πόθων δέσποινα θεὴ πόρε, σοί με, Θεόκλεις,
ἁβροπέδιλος Ἔρως γυμνὸν ὑπεστόρεσεν,
ξεῖνον ἐπὶ ξείνης, δαμάσας ἀλύτοισι χαλινοῖς:
ἱμείρω δὲ τυχεῖν ἀκλινέος φιλίας.

ἀλλὰ σὺ τὸν στέργοντ᾽ ἀπαναίνεαι, οὐδέ σε θέλγει
οὐ χρόνος, οὐ ξυνῆς σύμβολα σωφροσύνης.
ἵλαθ᾽, ἄναξ, ἵληθι: σὲ γὰρ θεὸν ὥρισε Δαίμων
ἐν σοί μοι ζωῆς πείρατα καὶ θανάτου.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references