Epigram 11.376

URN
Created on
By
Updated on

Descriptions

Text

ῥήτορα πρὸς Διόδωρον ἀνὴρ δείλαιος ἀπελθὼν
εἴρετό μιν τοίης ἀμφὶ δικασπολίης:

ἡμετέρη θεράπαινα φύγεν ποτέ: τὴν δέ τις εὑρὼν,

ἀλλοτρίην τ᾽ εἶναι λάτριν ἐπιστάμενος,

ζεῦξεν ἑῷ θεράποντι: τέκεν δ᾽ ὑπὸ παῖδας ἐκείνῳ:

καὶ τίνι δουλεύειν εἰσὶ δικαιότεροι;

ὃς δ᾽ ὅτε μερμήριξε, καὶ ἔδρακε βίβλον ἑκάστην,
εἶπεν ἐπιστρέψας γυρὸν ἐπισκύνιον

σοί, ἢ τῷ ἑλόντι τεὴν θεράπαιναν ἀνάγκη

δουλεύειν κείνους, ὧν χάριν ἐξερέεις:

δίζεο δ᾽ εὐμενέοντα δικασπόλον, αἶψα δ᾽ ἀποίσῃ

ψῆφον ἀρειοτέρην, εἴ γε δίκαια λέγεις.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references