Epigram 11.354

URN
Created on
By
Updated on

Descriptions

Text

ἄλλον Ἀριστοτέλην, Νικόστρατον, ἰσοπλάτωνα,
σκινδαλαμοφράστην αἰπυτάτης σοφίης,
τοῖα περὶ ψυχῆς τις ἀνείρετο:
πῶς θέμις εἰπεῖν

τὴν ψυχήν; θνητήν, ἢ πάλιν ἀθάνατον;

σῶμα δὲ δεῖ καλέειν, ἢ ἀσώματον; ἐν δὲ νοητοῖς

τακτέον, ἢ ληπτοῖς, ἢ τὸ συναμφότερον;

αὐτάρ ὃ τὰς βίβλους ἀνελέξατο τῶν μετεώρων,
καὶ τὸ περὶ ψυχῆς ἔργον Ἀριστοτέλους,
καὶ παρὰ τῷ Φαίδωνι Πλατωνικὸν ὕψος ἐπιγνούς,

πᾶσαν ἐνησκήθη πάντοθεν ἀτρεκίην.
εἶτα περιστέλλων τὸ τριβώνιον, εἶτα γενείου
ἄκρα καταψήχων, τὴν λύσιν ἐξέφερεν

εἴπερ ὅλως ἔστι ψυχῆς φύσις ῾οὐδὲ γὰρ οἶδἀ,

ἢ θνητὴ πάντως ἐστὶν ἢ ἀθάνατος,

στεγνοφυὴς ἢ ἄυλος: ὅταν δ᾽ Ἀχέροντα περήσῃς,

κεῖθι τὸ νημερτὲς γνώσεαι ὡς ὁ Πλάτων.

εἰ δ᾽ ἐθέλεις, τὸν παῖδα Κλεόμβροτον Ἀμβρακιώτην

μιμοῦ, καὶ τεγέων σὸν δέμας ἐκχάλασον

καί κεν ἐπιγνοίης δίχα σώματος αὐτίκα σαυτόν,

μοῦνον ὅπερ ζητεῖς τοῦθ᾽ ὑπολειπόμενος.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references