Epigram 11.352

URN
Created on
By
Updated on

Descriptions

Text

τὸν σοφὸν ἐν κιθάρῃ], τὸν μουσικὸν Ἀνδροτίωνα
εἴρετό τις τοίην κρουματικὴν σοφίην

δεξιτερὴν ὑπάτην ὁπότε πλήκτροισι δόνησας,

ἡ λαιὴ νήτη πάλλεται αὐτομάτως

λεπτὸν ὑποτρίζουσα, καὶ ἀντίτυπον τερέτισμα

πάσχει, τῆς ἰδίης πλησσομένης ὑπάτης:

ὥστε με θαυμάζειν πῶς ἄπνοα νεῦρα ταθέντα

ἡ φύσις ἀλλήλοις θήκατο συμπαθέα.

ὃς δὲ τὸν ἐν πλήκτροισιν Ἀριστόξεινον ἀγητὸν

ὤμοσε μὴ γνῶναι τήνδε θεημοσύνην
ἔστι δ᾽, ἔφη,
λύσις ἥδε: τὰ νευρία πάντα τέτυκται

ἐξ ὄιος χολάδων ἄμμιγα τερσομένων

τοὔνεκεν εἰσιν ἀδελφά, καὶ ὡς ξύμφυλα συνηχεῖ,

ξυγγενὲς ἀλλήλων φθέγμα μεριζόμενα.

γνήσια γὰρ τάδε πάντα, μιῆς ἅτε γαστρὸς ἐόντα,

καὶ τῶν ἀντιτύπων κληρονομεῖ πατάγων.

καὶ γὰρ δεξιὸν ὄμμα κακούμενον ὄμματι λαιῷ

πολλάκι τοὺς ἰδίους ἀντιδίδωσι πόνους.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references