Epigram 11.350

URN
Created on
By
Updated on

Descriptions

Text

νήπιε, πῶς σε λέληθε Δίκης ζυγόν, οὐ νοέεις δὲ
ἀνδράσιν οὐχ ὁσίοις ψῆφον ὀφειλομένην;

ῥήτρῃ πιστεύεις πυκινόφρονι, σῇ τε μενοινῇ
ποικίλον αὐδῆσαι μῦθον ἐπισταμένῃ.

ἐλπίζειν ἔξεστι: Θέμιν δ᾽ οὐκ οἶδεν ἀμεῖψαι
τῆς σῆς ἠλεμάτου παίγνια φαντασίης.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references