Epigram 11.330

URN
Created on
By
Updated on

Descriptions

Text

ἐκλήθην ἐχθές, Δημήτριε: σήμερον ἦλθον
δειπνεῖν. μὴ μέμψῃ, κλίμακ᾽ ἔχεις μεγάλην
ἐν ταύτᾐ πεποίηκα πολὺν χρόνον οὐδ᾽ ἂν ἐσώθην
σήμερον, ἀλλ᾽ ἀνέβην κέρκον ὄνου κατέχων.

ἧψαι τῶν ἄστρων Ζεὺς ἡνίκα τὸν Γανυμήδην
ἥρπασε, τῇδ᾽ αὐτόν, φαίνετ᾽, ἔχων ἀνέβη.
ἔνθεν δ᾽ εἰς Ἀίδην ποτ᾽ ἀφίξεαι; οὐκ ἀφυὴς εἶ
εὕρηκας τέχνην πῶς ἒσῃ ἀθάνατος.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references