Epigram 11.324

URN
Created on
By
Updated on

Descriptions

Text

α. δέξαι, Φοῖβε, τὸ δεῖπνον, ὅ σοι φέρω. β. ἤν τις ἐάσῃ,
δέξομαι. α. εἶτα φοβῇ καὶ σύ τι, Λητοΐδη;

β. οὐδένα τῶν ἄλλων, πλὴν Ἄρριον οὗτος ἔχει
ἅρπαγος ἰκτίνου χεῖρα κραταιοτέρην,

ἀκνίσου βωμοῖο νεωκόρος: ἢν τελέσῃ δὲ
τὴν πομπήν, ἄρας ᾤχεθ᾽ ἅπαντα πάλιν.
ἐν Διὸς ἀμβροσίῃ πολλὴ χάρις: εἷς γὰρ ἂν ὑμέων
ἤμην, εἰ λιμοῦ καὶ θεὸς ᾐσθάνετο.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references