Epigram 11.298

URN
Created on
By
Updated on

Descriptions

Text

Δέρκεο πῶς διψῶν υἱὸς χέρα μητέρι τείνει:
ἡ δὲ γυνή, ἅτε πᾶσα γυνή, κεκρατημένη οἴνῳ,
ἐν λαγύνῳ πίνουσα, τόδ᾽ ἔννεπε λοξὸν ἰδοῦσα:

ἐκ βρόχθου ὀλίγοιο τί σοι δῶ, τέκνον ἐμεῖο ;

ξέστας γὰρ τριάκοντα μόνους λάγυνὸς γ᾽ ὅδε χωρεῖ.

μῆτερ, μητρυιῆς χαλεπὸν τρόπον ἀντικρατοῦσα,

ἀμπέλου ἡδυτάτης τάδε δάκρυα δός μοι ἀφύσσειν.

μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,

εἰ φιλέεις με τὸν υἷα, δίδου μέ τι τυτθὸν ἀφύσσειν.

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

External references