Epigram 11.164

URN
Created on
By
Updated on

Descriptions

Text

εἶπεν ἐληλυθέναι τὸ πεπρωμένον, αὐτὸς ἑαυτοῦ
τὴν γένεσιν διαθεὶς Αὖλος ὁ ἀστρολόγος,
καὶ ζήσειν ὥρας ἔτι τέσσαρας: ὡς δὲ παρῆλθεν
εἰς πέμπτην, καὶ ζῆν εἰδότα μηδὲν ἔδει,
αἰσχυνθεὶς Πετόσιριν ἀπήγξατο: καὶ μετέωρος
θνῄσκει μέν, θνῄσκει δ᾽ οὐδὲν ἐπιστάμενος.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references