Epigram 11.144

URN
Created on
By
Updated on

Descriptions

Text

οὐ τὸ λέγειν παράσημα καὶ Ἀττικὰ ῥήματα πέντε,
εὐζήλως ἐστὶν καὶ φρονίμως μελετᾷν:

οὐδὲ γὰρ εἰ κάρκαιρε, καὶ εἰ κοναβεῖ τό τε σίζει
καὶ κελάρυζε λέγεις, εὐθὺς Ὅμηρος ἔσῃ.

νοῦν ὑποκεῖσθαι δεῖ τοῖς γράμμασι, καὶ φράσιν αὐτῶν
εἶναι κοινοτέραν, ὥστε νοεῖν ἃ λέγεις.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references