Epigram 11.141

URN
Created on
By
Updated on

Descriptions

Text

χοιρίδιον καὶ βοῦν ἀπολώλεκα, καὶ μίαν αἶγα,
ὧν χάριν εἴληφας μισθάριον, Μενέκλεις:

οὔτε δέ μοι κοινόν τι πρὸς Ὀθρυάδαν γεγένηται,
οὔτ᾽ ἀπάγω κλέπτας τοὺς ἀπὸ Θερμοπυλῶν

ἀλλὰ πρὸς Εὐτυχίδην ἔχομεν κρίσιν ὥστε τί ποιεῖ
ἐνθάδε μοι Ξέρξης καὶ Λακεδαιμόνιοι;
πλὴν κἀμοῦ μνήσθητι νόμου χάριν, ἢ μέγα κράξω:
ἄλλα λέγει Μενεκλῆς, ἄλλα τὸ χοιρίδιον.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references