Epigram 10.75

URN
Created on
By
Updated on

Descriptions

Text

ἠέρα λεπταλέον μυκτηρόθεν ἀμπνείοντες
ζώομεν, ἠελίου λαμπάδα δερκόμενοι,
πάντες ὅσοι ζῶμεν κατὰ τὸν βίον ὄργανα δ᾽ ἐσμέν,
αὔραις ζῳογόνοις πνεύματα δεχνύμενοι.

εἰ δέ τις οὖν ὀλίγην παλάμῃ σφίγξειεν ἀυτμήν,
ψυχὴν συλήσας εἰς Ἀίδην κατάγει.
οὕτως οὐδὲν ἐόντες, ἀγηνορίῃ τρεφόμεσθα,
πνοιῆς ἐξ ὀλίγης ἠέρα βοσκόμενοι.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references