Epigram 10.68

URN
Created on
By
Updated on

Descriptions

Text

καλὸν μὲν στυγόδεμνον ἔχειν νόον εἰ δ᾽ ἄρ᾽ ἀνάγκη,
ἀρσενικὴ φιλότης μὴ ποτέ σε κλονέοι.
θηλυτέρας φιλέειν ὀλίγον κακόν, οὕνεκα κείναις
Κυπριδίους ὀάρους πότνα δέδωκε φύσις.

δέρκεο τῶν ἀλόγων ζῴων γένος: ἦ γὰρ ἐκείνων
οὐδὲν ἀτιμάζει θέσμια συζυγίης:
ἄρσενι γὰρ θήλεια συνάπτεται: οἱ δ᾽ ἀλεγεινοὶ
ἄνδρες ἐς ἀλλήλους ξεῖνον ἄγουσι γάμον.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references