Epigram 10.102

URN
Created on
By
Updated on

Descriptions

Text

μήτε με χείματι πόντος ἄγοι θρασύς, οὐδὲ γαλήνης
ἀργῆς ἠσπασάμην τὴν πάλι νηνεμίην.
αἱ μεσότητες ἄρισται: ὅπῃ δέ τε πρήξιες ἀνδρῶν,
καὶ πάλι μέτρον ἐγὼ τἄρκιον ἠσπασάμην.

τοῦτ᾽ ἀγάπα, φίλε Λάμπι, κακὰς δ᾽ ἔχθαιρε θυέλλας:
εἰσί τινες πρηεῖς καὶ βιότου Ζέφυροι.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references