Epigram 9.555

URN
Created on
By
Updated on

Descriptions

Text

νῆσον τήν, εἰ καί με περιγράψαντες † ἔχουσιν
μετρῆσαι, βαιήν, ἑπτὰ μόνον σταδίους,
ἔμπης καὶ τίκτουσαν ἐπ᾽ αὔλακα πῖαρ ἀρότρου
ὄψει, καὶ παντὸς κάρπιμον ἀκροδρύου,
καὶ πολλοῖς εὔαγρον ὑπ᾽ ἰχθύσι, καὶ ὑπὸ μαίρῃ
εὐάνεμον, λιμένων τ᾽ ἤπιον ἀτρεμίῃ,
ἀγχόθι Κορκύρης Φαιηκίδος. ἀλλὰ γελᾶσθαι
† τῷ ἔπ᾽ ἐωρίσθην, τοῦτ᾽ ἐθέμην ὄνομα.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references