Epigram 9.519

URN
Created on
By
Updated on

Descriptions

Text

πίομαι, ὦ Ληναῖε, πολὺ πλέον ἢ πίε Κύκλωψ
νηδὺν ἀνδρομέων πλησάμενος κρεάων
πίομαι, ὡς ὄφελόν γε καὶ ἔγκαρον ἐχθροῦ ἀράξας
βρέγμα Φιλιππείης ἐξέπιον κεφαλῆς:

ὅσπερ ἑταιρείοιο παρὰ κρητῆρι φόνοιο
γεύσατ᾽, ἐν ἀκρήτῳ φάρμακα χευάμενος.

— Paton edition

πίομαι, ὦ Ληναῖε, πολὺ πλέον ἢ πίε Κύκλωψ
νηδὺν ἀνδρομέων πλησάμενος κρεάων
πίομαι, ὡς ὄφελόν γε καὶ ἔγκαρον ἐχθροῦ ἀράξας
βρέγμα Φιλιππείης ἐξέπιον κεφαλῆς:

ὅσπερ ἑταιρείοιο παρὰ κρητῆρι φόνοιο
γεύσατ᾽, ἐν ἀκρήτῳ φάρμακα χευάμενος.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references