Epigram 9.505

URN
Created on
By
Updated on

Descriptions

#1

On The Muses

Codex Palatinus 23, p.443
Codex Palatinus 23, p.444

Texts

οὐκ ἴδε Τερψιχόρην ὁ ζωγράφος, ἀλλ᾽ ὑπὸ τέχνας
ψεύδεται ὀφθαλμοὺς δείκελον ἀτρεκίῃ.
εἴ ποτε τερψινόοιο, φίλος, φόρμιγγος ἀκούσῃς,
τὴν Ἐρατὼ θαύμαζε τόσης εἰδήμονα τέχνης.

Εὐτέρπη δονάκεσσι πολυτρήτοισι λιγαίνει,
πνεῦμα σοφῆς ὀχετηγὸν ἐπισπείρουσα μελίσσης.

κωμικὸν ἀμφιέπω Θάλεια μέλος, ἔργα δὲ φωτῶν
οὐχ ὁσίων θυμέλῃσι φιλοκροτάλοισιν ἀθύρω.
εἰκόνα σῆς σοφίης ποτιδέρκεο: Καλλιόπης γὰρ

εἰκόνα σῇ κραδίῃ λάμβανε τὴν σοφίην.
Δαφνοκόμοις Φοίβοιο παρὰ τριπόδεσσι πολεύω
Κλειώ, μαντοσύνης Μοῦσα καὶ ἱστορίης.
Οὐρανίη ψήφοιο θεορρήτῳ τινὶ μέτρῳ
ἀστρῴην ἐδίδαξα παλινδίνητον ἀνάγκην.

σκέπτεο χαλκεόφωνον ἐπισπέρχουσαν ἀοιδὴν
Μελπομένην, ἐρατῆς ἵστορα εὐεπίης.
σιγῶ, φθεγγομένη παλάμης θελξίφρονα παλμόν,
νεύματι φωνήεσσαν ἀπαγγέλλουσα σιωπήν.

— Paton edition

Cities

Scholia

Comments

Alignment

Internal references

External references

Media

Last modifications

Epigram 9.505: First revision

See all modifications →