Epigram 9.437

URN
Created on
By
Updated on

Descriptions

Text

τήναν τὰν λαύραν, ὅθι ταὶ δρύες, αἰπόλε, κάμψας,
σύκινον εὑρήσεις ἀρτιγλυφὲς ξόανον,
τρισκελές, αὐτόφλοιον, ἀνούατον: ἀλλὰ φάλητι
παιδογόνῳ δυνατὸν Κύπριδος ἔργα τελεῖν.

ἕρκος δ᾽ εὐίερον περιδέδρομεν ἀέναον δὲ
ῥεῖθρον ἀπὸ σπιλάδων πάντοσε τηλεθάει
δάφναις καὶ μύρτοισι καὶ εὐώδει κυπαρίσσῳ,
ἔνθα πέριξ κέχυται βοτρυόπαις ἕλικι
ἄμπελος: εἰαρινοὶ δὲ λίγγυφθόγγοισιν ἀοιδαῖς

κόσσυφοι ἀχεῦσιν ποικιλότραυλα μέλη:
ξουθαὶ δ᾽ ἀδονίδες μινυρίσμασιν ἀνταχεῦσαι
μέλπουσι στόμασιν τὰν μελίγηρυν ὄπα.
ἕζεο δὴ τηνεὶ, καὶ τῷ χαρίεντι Πριάπῳ
εὔχου ἀποστέρξαι τοὺς Δάφνιδός με πόθους,

κεὐθὺς ἀπορρέξαι χίμαρον καλόν. ἢν δ᾽ ἀνανεύῃ,
τοῦδε τυχὼν ἐθέλω τρισσὰ θύη τελέσαι:
ῥέξω γὰρ δαμάλαν, λάσιον τράγον, ἄρνα τὸν ἴσχω
σακίταν νεύοι δ᾽ εὐμενέως ὁ θεός.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references