Epigram 9.430

URN
Created on
By
Updated on

Descriptions

Text

τῆς ὄιος γενεὴ μὲν Ἀγαρρική, † ἐντὸς Ἀράξεω
ὕδωρ πιλοφόροις πίνεται Ἀρμενίοις:
χαῖται δ᾽, οὐ μήλοις ἅτε που μαλακοὶ ἔπι μαλλοί,
ψεδναὶ δ᾽, ἀγροτέρων τρηχύτεραι χιμάρων.

νηδὺς δὲ τριτοκεῖ ἀνὰ πᾶν ἔτος, ἐκ δὲ γάλακτος
θηλὴ ἀεὶ μαστοῦ πλήθεται οὐθατίου:
βληχὴ δ᾽ ἀσσοτάτω τερένης μυκήματι μόσχου:
ἄλλα γὰρ ἀλλοῖαι πάντα φέρουσι γέαι.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references