Epigram 9.374

URN
Created on
By
Updated on

Descriptions

Text

ἀέναον Καθαρήν με παρερχομένοισιν ὁδίταις
πηγὴν ἀμβλύζει γειτονέουσα νάπη:
πάντῃ δ᾽ εὖ πλατάνοισι καὶ ἡμεροθηλέσι δάφναις
ἔστεμμαι, σκιερὴν ψυχομένη κλισίην

τοὔνεκα μή με θέρευς παραμείβεο: δίψαν ἀλαλκὼν
ἄμπαυσον παρ᾽ ἐμοὶ καὶ κόπον ἡσυχίῃ.

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

External references