Epigram 9.361

URN
Created on
By
Updated on

Descriptions

Text

μῆτερ ἐμὴ δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,
λίην ἄχθομαι ἕλκος, ὅ με βροτὸς οὔτασεν ἀνήρ
νύκτα δι᾽ ὀρφναίην, ὅτε θ᾽ εὕδουσι βροτοὶ ἄλλοι,
γυμνὸς ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδ᾽ ἔχεν ἔγχος.

πᾶν δ᾽ ὑπεθερμάνθη ξίφος αἵματι: αὐτὰρ ἔπειτα
οὐρόν τε προέηκεν ἀπήμονά τε λιαρόν τε.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references