Epigram 9.310

URN
Created on
By
Updated on

Descriptions

Codex Palatinus 23, p.408

Text

Ψῆγμ᾽ ἄπυρον χρυσοῖο σιδηρείων ὑπ᾽ ὀδόντων
ῥινηθέν, Λιβυκῆς κουφότερον ψαμάθου,
μῦς ὀλίγος βαρὺ δεῖπνον ἐδαίσατο: πᾶσα δὲ νηδὺς
συρομένη βραδύπουν θῆκε τὸν ὠκύτατον.

ληφθεὶς δ᾽ ἐκ μεσάτης ἀνετέμνετο κλέμματα γαστρός:
ἦς ἄρα κἠν ἀλόγοις, χρυσέ, κακοῦ πρόφασις,

— Paton edition

Cities

Keywords

Comments

Alignment

External references