Epigram 9.301

URN
Created on
By
Updated on

Descriptions

Codex Palatinus 23, p.406
Codex Palatinus 23, p.407

Text

τίπτε τὸν ὀγκητὴν βραδύπουν ὄνον ἄμμιγ᾽ ἐν ἵπποις
γυρὸν ἀλωειναῖς ἐξελάατε δρόμον;
οὐχ ἅλις, ὅττι μύλοιο περίδρομον ἄχθος ἀνάγκῃ
σπειρηδὸν σκοτόεις κυκλοδίωκτος ἔχω;

ἀλλ᾽ ἔτι καὶ πώλοισιν ἐρίζομεν. ἦ ῥ᾽ ἔτι λοιπὸν
νῦν μοι τὴν σκολιὴν αὐχένι γαῖαν ἀροῦν.

— Paton edition

Cities

Keywords

Comments

Alignment

External references