Epigram 9.297

URN
Created on
By
Updated on

Descriptions

Text

Στέλλευ ἐπ᾽ Εὐφρήτην, Ζηνὸς τέκος: εἰς σὲ γὰρ ἤδη
ἠῷοι Πάρθων αὐτομολοῦσι πόδες.
στέλλευ, ἄναξ: δήεις δὲ φόβῳ κεχαλασμένα τόξα,
Καῖσαρ: πατρῴων δ᾽ ἄρξαι ἀπ᾽ ἐντολέων

Ῥώμην δ᾽, ὠκεανῷ περιτέρμονα πάντοθεν, αὐτὸς
πρῶτος ἀνερχομένῳ σφράγισαι ἠελίῳ.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references