Text
ξεῖνοι, παρθένος εἰμὶ τὸ δένδρεον εἴπατε δάφνης
φείσασθαι δμώων χερσὶν ἑτοιμοτόμοις:
ἀντὶ δ᾽ ἐμεῦ κομάρου τις ὁδοιπόρος ἢ τερεβίνθου
δρεπτέσθω χθαμαλὴν ἐς χύσιν οὐ γὰρ ἑκάς:ἀλλ᾽ ἀπ᾽ ἐμεῦ ποταμὸς μὲν ὅσον τρία, τοῦ δ᾽ ἀπὸ πηγῶν
— Paton edition
ὕλη πανθηλὴς δοιὰ πέλεθρ᾽ ἀπέχει.
Comments