Epigram 9.282

URN
Created on
By
Updated on

Descriptions

Text

ξεῖνοι, παρθένος εἰμὶ τὸ δένδρεον εἴπατε δάφνης
φείσασθαι δμώων χερσὶν ἑτοιμοτόμοις:
ἀντὶ δ᾽ ἐμεῦ κομάρου τις ὁδοιπόρος ἢ τερεβίνθου
δρεπτέσθω χθαμαλὴν ἐς χύσιν οὐ γὰρ ἑκάς:

ἀλλ᾽ ἀπ᾽ ἐμεῦ ποταμὸς μὲν ὅσον τρία, τοῦ δ᾽ ἀπὸ πηγῶν
ὕλη πανθηλὴς δοιὰ πέλεθρ᾽ ἀπέχει.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references