Epigram 9.265

URN
Created on
By
Updated on

Descriptions

Codex Palatinus 23, p. 400

Text

Ἰοτυπὴς Διὸς ὄρνις ἐτίσατο Κρῆτα φαρέτρης,
οὐρανόθεν τόξῳ τόξον ἀμυνόμενος:
κεῖνον δ᾽ εὐθὺς ἄκοντι παλινδρομέοντι κατέκτα
ἠέριος, πίπτων δ᾽ ἔκτανεν ὡς ἔθανεν.

μηκέτ᾽ ἐφ᾽ ὑμετέροις ἀψευδέσι Κρῆτες ὀιστοῖς
αὐχεῖθ᾽: ὑμνείσθω καὶ Διὸς εὐστοχίη.

— Paton edition

Cities

Keywords

Comments

Alignment

External references