Epigram 9.263

URN
Created on
By
Updated on

Descriptions

Text

ἡ γραῦς Εὐβούλη, ὅτε οἱ καταθύμιον ἦν τι,
Φοίβου τὸν πρὸ ποδῶν μάντιν ἄειρε λίθον,

χείρεσι πειράζουσα: καὶ ἦν βαρύς, ἡνίκα μή τι
ἤθελεν εἰ δὲ θέλοι, κουφότερος πετάλων.

αὐτὴ δὲ πρήσσουσα τὸ οἱ φίλον, ἤν ποθ᾽ ἁμάρτῃ,
Φοίβῳ τὰς ἀνίσους χεῖρας ἐπεγράφετο.

— Paton edition

Cities

Keywords

Scholia

Comments

Alignment

External references