Epigram 9.252

URN
Created on
By
Updated on

Descriptions

Text

ἐς βαθὺν ἥλατο Νεῖλον ἀπ᾽ ὀφρύος ὀξὺς ὁδίτης,
ἡνίκα λαιμάργων εἶδε λύκων ἀγέλην.

ἀλλά μιν ἀγρεύσαντο δι᾽ ὕδατος: ἔβρυχε δ᾽ ἄλλος
ἄλλον, ἐπουραίῳ δήγματι δραξάμενος.

μακρὰ γεφυρώθη δὲ λύκοις βυθός, ἔφθανε δ᾽ ἄνδρα
νηχομένων θηρῶν αὐτοδίδακτος ἄρης.

— Paton edition

Authors

Cities

Keywords

Scholia

Comments

Alignment

External references