Epigram 9.244

URN
Created on
By
Updated on

Descriptions

Codex Palatinus 23, p. 396

Text

Δειματόεις ἐλάφων κεραὸς λόχος, εὖτε κρυώδεις
πλῆσαν ὀρῶν κορυφὰς χιόνεαι νιφάδες,
δείλαιαι ποταμοῖσιν ἐφώρμισαν, ἐλπίδι φροῦδοι
χλιῆναι νοτεροῖς ἄσθμασιν ὠκὺ γόνυ.

τὰς δὲ περιφράξας ἐχθρὸς ῥόος ἀθρόον ἄφνω
χειμερίῃ στυγεροῦ δῆσε πάγοιο πέδῃ.
πληθὺς δ᾽ ἀγροτέρων ἀλίνου θοινήσατο θήρης,
ἣ φύγεν ἁρπεδόνην πολλάκι καὶ στάλικα.

— Paton edition

Cities

Keywords

Comments

Alignment

External references